Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.39 Dem. 4.43 (English) >>Dem. 4.46

4.42δοκεῖ δέ μοι θεῶν τις, ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ. εἰ γὰρ ἔχων κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελε καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστʼ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δʼ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθʼ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε. 4.43θαυμάζω δʼ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται, ὁρῶν, ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου. ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει. εἶτα τοῦτʼ ἀναμενοῦμεν; καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντʼ ἔχειν οἴεσθε καλῶς; 4.44οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα; ποῖ οὖν προσορμιούμεθʼ; ἤρετό τις. εὑρήσει τὰ σαθρά, ἄνδρες Ἀθηναῖοι, τῶν ἐκείνου πραγμάτων αὐτὸς πόλεμος, ἂν ἐπιχειρῶμεν· ἂν μέντοι καθώμεθʼ οἴκοι, λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτʼ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.39 Dem. 4.43 (English) >>Dem. 4.46

Powered by PhiloLogic